Μήνυμα ημέρας

Η ΤΑΥΤΟΤΗΤΑ ΤΗΣ ΔΕΥΤΕΡΑΣ 15 Ιουνίου 2020

15 Ιουνίου 2020

Η ΤΑΥΤΟΤΗΤΑ ΤΗΣ ΔΕΥΤΕΡΑΣ 15 Ιουνίου 2020

Ο Άγιος της ημέρας:

+Μνήμη Οσίου Πατρός Ιερωνύμου.(+420)

♦️Άρχεται η νηστεία
των Αγίων Αποστόλων.

🌸🌸🌸🌸🌸🌸🌸🌸🌸🌸🌸🌸

Προσευχή για τα παιδιά των πανελληνίων εξετάσεων.

Κύριε Ἰησοῦ Χριστέ, ὁ Θεὸς ἡμῶν, ὁ φωτίζων πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον, Σὺ, ὅς ἐν τῇ νεανικῇ ἡλικίᾳ προέκοπτες σοφίᾳ, ἡλικίᾳ καὶ χάριτι, Σύ, ὁ τὸ  ανάγιὸν Σου Πνεῦμα καταπέμψας ἐπὶ τοὺς σοὺς μαθητὰς καὶ ἀναδείξας αὐτοὺς σοφοὺς καὶ διδασκάλους καὶ θεοκήρυκας ἀποστόλους τῇ οἰκουμένῃ, Αὐτός, ὁ Φιλάνθρωπος Κύριος, ἡ πηγὴ τῆς σοφίας καὶ τῆς γνώσεως, εὐλόγησον τοὺς δούλους Σου, τοὺς μαθητὰς καὶ τὰς μαθητρίας, τοὺς προσερχομένους εἰς τὰς πανελληνίους ἐξετάσεις.

Ἐνίσχυσον, φώτισον, προστάτευσον αὐτοὺς ἀπὸ παντὸς κακοῦ καὶ πειρασμοῦ.

Χάρισαι αὐτοῖς ὑγείαν, ὑπομονὴν καὶ ἐπιμονήν, προθυμίαν σπουδῆς καὶ δύναμιν πρὸς μελέτην τῶν μαθημάτων.

Ἐλθέ, Φιλάνθρωπε Κύριε, καὶ βοήθησον αὐτοὺς κατὰ τὰς ὥρας τῶν ἐξετάσεων.

Σὺ γὰρ εἶ ἡ ὁδὸς καὶ ἡ ἀλήθεια καὶ ἡ ζωή, ὁ γιγνώσκων τὰ καλὰ καὶ συμφέροντα ταῖς ψυχαῖς ἡμῶν, καὶ ὁ Δοτὴρ παντὸς ἀγαθοῦ, καὶ Σοὶ τὴν δέησιν ταύτην προσάγομεν καὶ τὴν δόξαν ἀναπέμπομεν, τῷ Πατρὶ καὶ τῷ Υἱῷ καὶ τῷ Ἁγίῳ Πνεύματι, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων.
ΑΜΗΝ!

▪︎π.Σπ.Ρ

🌸🌸🌸🌸🌸🌸🌸🌸🌸🌸🌸🌸