Άγ. Ιωσήφ ΗσυχαστήςΘεολογία και ΖωήΟρθόδοξη πίστη

Ακολουθία του Οσίου και Θεοφόρου πατρός ημών Ιωσήφ του Ησυχαστού

29 Σεπτεμβρίου 2014

Ακολουθία του Οσίου και Θεοφόρου πατρός ημών Ιωσήφ του Ησυχαστού

hesychast

Ψαλλομένη τῇ 15ῃ Αὐγούστου

Ποίημα Στυλιανοῦ Μακρῆ, Δρος Θ.,

Πρωτοπρεσβυτέρου τοῦ Οἰκουμενικοῦ Θρόνου

 

Νάουσα, 2011

 

ΕΝ Τῼ ΜΙΚΡῼ ΕΣΠΕΡΙΝῼ

 

Ἱστῶμεν στίχους δ΄ καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια

 

Ἦχος δ΄. Ποίοις εὐφημιῶν ᾄσμασιν.

Ποίοις εὐφημιῶν ᾄσμασιν, ἐπαινέσωμέν σε τὸν θεόπτην, τὸν αἰθεροδρόμον τοῦ Πνεύματος, καὶ ἀντλητῆρα τῆς χάριτος, τὸν πυριλαμπῆ ἐν τῷ ἀκτίστῳ, φωτί, καὶ ἀδιαλείπτῳ συστειλάμενον, εὐχῇ, νοῦν κυκλόθεν πάτερ τῆς καρδίας σου; Ὅθεν τὸ χαῖρε προσδέχου, Ἰωσὴφ θεόφρον, ὡς πρεσβεύων ὑπὲρ ἡμῶν, Χριστῷ τῷ παρέχοντι, τῷ κόσμῳ τὸ μέγα ἔλεος.

 

Ποίοις εὐφημιῶν ᾄσμασιν, ἀνυμνήσωμέν σε θεηγόρε, τῶν ἡσυχαστῶν τὸ ἀγλάϊσμα, καὶ μοναστῶν τὸ στεφάνωμα; σὺ γὰρ τῷ Δεσπότῃ τῶν ἁπάντων, νυκτί, καὶ ἡμέρᾳ ἔκραζες μεγάλῃ σου, φωνῇ· φώτισόν μου σκότος τὸ ἐσώτερον, Σῶτερ καὶ λῦσον ψυχῆς μου, τὴν ἀχλὺν καὶ σῶσον, τὸν ἱκέτην σου Ἀγαθέ, Χριστέ μου Φιλάνθρωπε, ὁ ἔχων τὸ μέγα ἔλεος.

Δεύτερον Ἰωσὴφ πάγκαλον, ἡ ὁμήγυρις τῶν ὑμνητῶν σου, σὲ προσαγορεύει μακάριε, καὶ ἐπαινοῦσα κραυγάζει σοι· Ὁ καταλιπὼν φιληδονίας, σαρκός, πάλαι τὸν χιτῶνα καὶ αἰσχρήμονος, φυγών, καὶ ψυχοβλαβοῦς τε καὶ δηλήμονος, πᾶσι βρωτοῖς Αἰγυπτίας, ἁμαρτίας χαίροις, ἁγιώτατε Ἰωσήφ, ἡμῖν ὁ δυνάμενος, πορίσαι Χριστοῦ τὸ ἔλεος.

γγελον ἐπὶ γῆς εἶδόν σε, θεομάκαρ οἱ συναθληταί σου, πτέρυξι δυσὶν ἀναπτόμενον, τῆς θεωρίας καὶ πράξεως, γῆθεν πρὸς οὐράνιον τὸ ὕψος, Χριστοῦ, καὶ εὐαρεστήσαντα καμάτοις σου, Αὐτῷ, Οὗπερ νῦν τῷ θρόνῳ παριστάμενος, μὴ διαλείπῃς πρεσβεύων, τοῦ σωθῆναι πάντας, ἁγιώτατε Ἰωσήφ, τοὺς ὕμνοις τιμῶντάς σου, τὴν μνήμην θεόπτα ἔνδοξε.

Δόξα. Ὅμοιον.

Δεῦτε ὁσιακὴν κοίμησιν, ἑορτάσωμεν τοῦ ἐν τῷ Ἄθῳ, πάλαι ἀρεταῖς διαλάμψαντος, καὶ μυστιπόλου τοῦ Πνεύματος, καὶ ἀποταγῇ ματαίου κόσμου, δεσμά, πάντα διαῤῥήξαντος τὰ δύσθλαστα, αὑτοῦ, καὶ σαρκὸς φρονήματος ἰσχύσαντος, νήψει νηστείᾳ ἀσκήσει, Ἰωσὴφ ὁσίου, τοῦ πρεσβεύοντος τῷ Χριστῷ, ἡμῖν τοῦ δωρήσασθαι, ταχέως τὸ μέγα ἔλεος.

Καὶ νῦν. Θεοτοκίον. Ὅμοιον.

Κλίμαξ ἡ μυστικὴ γέγονας, Ἀειπάρθενε δι’ ἧς κατέβη, Λόγος οὐρανόθεν συνάναρχος, Θεῷ Πατρί τε καὶ Πνεύματι, ὁ ἀναβιβάσας τὴν φύσιν, βροτῶν, εἰς τοὺς οὐρανοὺς διὸ ὡς Ἄχραντε, ἐχρῆν, Δέσποινα μετὰ τοῦ πανασπίλου σου, σώματος Μῆτερ Κυρίου, πρὸς Αὐτὸν μετέστης, τοῦ πρεσβεύειν ὑπὲρ ἡμῶν, τῶν ὕμνοις τιμώντων σου, τὴν Κοίμησιν καὶ Μετάστασιν.

 

Ἀπόστιχα

Ἦχος πλ. β΄. Οἶκος τοῦ Εὐφραθᾶ.

Πράξεως νηπτικῆς, καὶ θεωρίας μύστα, ὑφηγητὰ σοφίας, τῆς ὕπερθεν θεόφρον, μαθήτευσον τὰ τέκνα σου.

Στ.: Καυχήσονται ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὑτῶν.

σιε Ἰωσήφ, ἀθωνιτῶν τὸ κλέος, καὶ ἐρημίας δόξα, ὑπὲρ ἡσυχαζόντων, τῶν ἱερῶς ἱκέτευε.

Στ.: ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν, ἡ αἴνεσις Αὐτοῦ ἐν ἐκκλησίᾳ ὁσίων.

λλαμψεν δι’ εὐχῆς, καρδιακῆς σου πάτερ, ἄκτιστον φῶς Τριάδος, ἐν σοὶ τὸ καταλύσαν, τὸ σκότος τὸ ἐσώτερον.

Δόξα.

Χαίροις ὁ γεγονώς, μονὴ Πατρὸς καὶ Λόγου, καὶ Πνεύματος Ἁγίου, καὶ ἀῤῥαγὲς δοχεῖον, ὦ Ἰωσὴφ τῆς χαριτος.

Καὶ νῦν.

Μῆτερ θείου φωτός, καταύγασον ἀκτῖσι, τοὺς μεγαλύνοντάς σε, ὥσπερ ἀστὴρ ἐμφαίνων, δικαιοσύνην Ἥλιον.

 

Νῦν ἀπολύεις, τὸ Τρισάγιον,

τὸ Ἀπολυτίκιον ἐκ τοῦ Μεγάλου Ἑσπερινοῦ

καὶ Ἀπόλυσις

 

ΕΝ Τῼ ΜΕΓΑΛῼ ΕΣΠΕΡΙΝῼ

Μετὰ τὸν Προοιμιακόν, τὸ Μακάριος ἀνήρ.

Εἰς δὲ τὸ Κύριε ἐκέκραξα ἱστῶμεν στίχους στ΄

καὶ ψάλλομεν τὰ ἑξῆς Προσόμοια

 

Ἦχος α΄. Ὢ τοῦ παραδόξου θαύματος.

 τοῦ παραδόξου θαύματος! τὰς ἀγκάλας Αὑτοῦ, διανοίγων σήμερον, εἰσδέχεται τὴν ψυχήν, τὴν μακαρίαν σου, καὶ ἄδολον Ἰωσήφ, καὶ ἀναπαύει αὐτὴν ὁσιώτατε, ἐν κόλποις τοῦ Ἀβραάμ, αὐτοχειρὶ τῆς Μητρὸς Αὑτοῦ ἅγιε, ὁ παραλαβὼν τὸ πνεῦμα, καὶ Ἁγνῆς Θεόπαιδος, Ἰησοῦς ᾯ πρεσβεύεις, ὑπὲρ πάντων τῶν τιμώντων σε.

 τοῦ παραδόξου θαύματος! ἐν τῷ ᾄδῃ ψυχῆς, κατελθὼν καὶ ἔρεβος, ἐσώτερον συνειδώς, ὡς ἄλλος ὅσιε, Γρηγόριος Παλαμᾶς, μετὰ δακρύων Κυρίῳ ἐκραύγαζες· τὸ σκότος τὸ ἐν ἐμοί, λῦσον φωτὶ ἀπροσίτῳ φωτίσας με, ἵνα ἐν αὐτῷ Σὲ ἴδω, Ἰησοῦ γλυκύτατε, ἐξαστράπτοντα ὅλως, καὶ θεοῦντά με τὸν δοῦλόν Σου.  

 τοῦ παραδόξου θαύματος! ὡς νηστείας καρπόν, Ἰωσὴφ γευόμενος, εἰργάσω θεοπρεπῶς, πάτερ ἀοίδιμε, τὴν βρῶσιν τὴν ἀληθῆ, τὴν εἰς ζωὴν τὴν αἰώνιον μένουσαν, διόπερ εἰς χορτασμόν, τῶν ἱκετῶν σου τὸ μάννα κατάπεμψον, τῶν σῶν θαυμαστῶν σημείων, οὐρανόθεν ὅσιε, ὁ τραφεὶς ἐν ἐρήμῳ, ἐδωδῇ τοῦ Θείου Πνεύματος. 

Ἦχος α΄. Πανεύφημοι μάρτυρες.

Τὴν ἄνω τερπνότητα Χριστοῦ, ἰδεῖν ἐφιέμενος, εἶχες τὰ ὄμματα ῥέοντα, δακρύων Ἰωσήφ, ὅσα οὐχ ὑπάρχει, πάτερ μετὰ θάνατον, σωφρόνως λογιζόμενος ῥέοντα, εἶναι καὶ σκύβαλλα, καὶ κολάσεως ἁρμόδια, ὅσα πάθη, σαρκὸς τὰ φιλήδονα.

Τὸ ὄνομα ἔχων Ἰωσήφ, τὸ ὑπὲρ πᾶν ὄνομα, τοῦ Ἰησοῦ ἐν τοῖς χείλεσι, Αὐτοῦ ἐν προσευχαῖς, ὡς ἀδιαλείπτως, μνημονεύων ὅσιε, κινήσει κυκλικῇ εἰς καρδίαν σου, τὸν νοῦν ἐπέστρεφες, ἵνα πάτερ θείας χάριτος, ἀπειργάσῃ, αὐτὴν φυλακτήριον.

Εὐφραίνεται πάτερ ἐπὶ σοί, Ἄθως ἁγιώνυμος, καὶ τῷ Κυρίῳ καυχώμενος, κραυγάζει τοῖς βουνοῖς· Δεῦτε τὰ εὐώδη, ἄνθη μου μυρίσατε, ἐν οἷς τῆς ἡσυχίας τὸ ῥόδον μου, τὸ ὡραιότατον, Ἰωσὴφ ὁ ἀξιάγαστος, καὶ θεόπτης, Χριστοῦ πολυζήλωτος.

Δόξα. Ἦχος β΄.

τε ἤγγιζεν καιρός, τῆς ἐξόδου σου σεμνέ, καὶ περιεστοίχισαν τὰ τέκνα σου, τῆς ἀσθενείας σου τὴν κλίνην, ἰδόντα σε τὸ μὲν σῶμα πιεζόμενον, τὸ δὲ πνεῦμα εὐφραινόμενον, ἔλεγον ἐν ἑαυτοῖς· Ὦ τῶν ἐν σοὶ θαυμασίων, Ἰωσὴφ ὁσιώτατε ἀσκητά! Πῶς δύναμις Θεοῦ, ἐτελειώθη ἐν σοί! Τὴν γὰρ τῶν πνευμόνων σου δύσπνοιαν, ἡ τῆς εὐχῆς σου προσανεπλήρωσεν εὔπνοια, τὴν δὲ τῆς καρδίας σου ἀνεπάρκειαν, ἡ τῆς καρδιακῆς σου ἐργασίας ἐπάρκεια. Διὸ μνήσθητι καὶ ἡμῶν, ὅταν ἔλθῃς, ἐν τῇ βασιλείᾳ Χριστοῦ τοῦ Θεοῦ.

Καὶ νῦν. Ἦχος ὁ αὐτός.

Παρῆλθεν ἡ σκιὰ τοῦ νόμου, τῆς χάριτος ἐλθούσης· ὡς γὰρ ἡ βάτος οὐκ ἐκαίετο καταφλεγομένη, οὕτω παρθένος ἔτεκες, καὶ παρθένος ἔμεινας· ἀντὶ στύλου πυρός, δικαιοσύνης ἀνέτειλεν ἥλιος· ἀντὶ Μωϋσέως Χριστός, ἡ σωτηρία τῶν ψυχῶν ἡμῶν.

 

Εἴσοδος, Φῶς ἱλαρόν, τὸ Προκείμενον τῆς ἡμέρας

καὶ τὰ Ἀναγνώσματα

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα

(κεφ. 3, 1)

Δικαίων ψυχαὶ ἐν χειρὶ Θεοῦ καὶ οὐ μὴ ἅψηται αὐτοῖς βάσανος. Ἔδοξαν ἐν ὀφθαλμοῖς ἀφρόνων τεθνάναι καὶ ἐλογίσθη κάκωσις ἡ ἔξοδος αὐτῶν καὶ ἡ ἀφ’ ἡμῶν πορεία σύντριμμα, οἱ δέ εἰσιν ἐν εἰρήνῃ. Καὶ γὰρ ἐν ὄψει ἀνθρώπων, ἐὰν κολασθῶσιν, ἡ ἐλπὶς αὐτῶν ἀθανασίας πλήρης. Καὶ ὀλίγα παιδευθέντες, μεγάλα εὐεργετηθήσονται· ὅτι ὁ Θεὸς ἐπείρασεν αὐτοὺς καὶ εὗρεν αὐτοὺς ἀξίους ἑαυτοῦ. Ὡς χρυσὸν ἐν χωνευτηρίῳ ἐδοκίμασεν αὐτοὺς καὶ ὡς ὁλοκάρπωμα θυσίας προσεδέξατο αὐτούς. Καὶ ἐν καιρῷ ἐπισκοπῆς αὐτῶν ἀναλάμψουσι καὶ ὡς σπινθῆρες ἐν καλάμῃ διαδραμοῦνται. Κρινοῦσιν ἔθνη καὶ κρατήσουσι λαῶν καὶ βασιλεύσει αὐτῶν Κύριος εἰς τοὺς αἰῶνας. Οἱ πεποιθότες ἐπ’ αὐτῷ συνήσουσιν ἀλήθειαν καὶ οἱ πιστοὶ ἐν ἀγάπῃ προσμενοῦσιν αὐτῷ· ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις αὐτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς αὐτοῦ.

 

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα

(κεφ. 5, 5)

Δίκαιοι εἰς τὸν αἰῶνα ζῶσι καὶ ἐν Κυρίῳ ὁ μισθὸς αὑτῶν καὶ ἡ φροντὶς αὑτῶν παρὰ Ὑψίστῳ. Διὰ τοῦτο λήψονται τὸ βασίλειον τῆς εὐπρεπείας καὶ τὸ διάδημα τοῦ κάλλους ἐκ χειρὸς Κυρίου· ὅτι τῇ δεξιᾷ Αὑτοῦ σκεπάσει αὐτοὺς καὶ τῷ βραχίονι ὑπερασπιεῖ αὐτῶν. Λήψεται πανοπλίαν τὸν ζῆλον Αὑτοῦ καὶ ὁπλοποιήσει τὴν κτίσιν εἰς ἄμυναν ἐχθρῶν. Ἐνδύσεται θώρακα δικαιοσύνην καὶ περιθήσεται κόρυθα κρίσιν ἀνυπόκριτον. Λήψεται ἀσπίδα ἀκαταμάχητον ὁσιότητα· ὀξυνεῖ δὲ ἀπότομον ὀργὴν εἰς ῥομφαίαν· συνεκπολεμήσει Αὐτῷ ὁ κόσμος ἐπὶ τοὺς παράφρονας. Πορεύσονται εὔστοχοι βολίδες ἀστραπῶν καὶ ὡς ἀπὸ εὐκύκλου θυμοῦ πλήρεις ῥιφήσονται χάλαζαι. Ἀγανακτήσει κατ’ αὐτῶν ὕδωρ θαλάσσης, ποταμοὶ δὲ συγκλύσουσιν ἀποτόμως. Ἀντιστήσεται αὐτοῖς πνεῦμα δυνάμεως καὶ ὡς λαῖλαψ ἐκλικμήσει αὐτοὺς καὶ ἐρημώσει πᾶσαν τὴν γῆν ἀνομία καὶ ἡ κακοπραγία περιτρέψει θρόνους δυναστῶν. Ἀκούσατε οὖν, βασιλεῖς, καὶ σύνετε· μάθετε δικασταὶ περάτων γῆς· ἐνωτίσασθε οἱ κρατοῦντες πλήθους καὶ γεγαυρωμένοι ἐπὶ ὄχλοις ἐθνῶν· ὅτι ἐδόθη παρὰ Κυρίου ἡ κράτησις ὑμῖν καὶ ἡ δυναστεία παρὰ Ὑψίστου.  

Σοφίας Σολομῶντος τὸ Ἀνάγνωσμα 

Δίκαιος, ἐὰν φθάσῃ τελευτῆσαι, ἐν ἀναπαύσει ἔσται. Γῆρας γὰρ τίμιον οὐ τὸ πολυχρόνιον, οὐδὲ ἀριθμῷ ἐτῶν μεμέτρηται. Πολιὰ δέ ἐστι φρόνησις ἀνθρώποις καὶ ἡλικία γήρως βίος ἀκηλίδωρος. Εὐάρεστος τῷ Θεῷ γενόμενος, ἠγαπήθη, καὶ ζῶν μετὰ ἁμαρτωλῶν, μετετέθη. Ἡρπάγη, μὴ κακίᾳ ἀλλάξῃ σύνεσιν αὑτοῦ ἢ δόλος ἀπατήσῃ  ψυχὴν αὑτοῦ· βασκανία γὰρ φαυλότητος ἀμαυροῖ τὰ καλὰ καὶ ῥεμβασμὸς ἐπιθυμίας μεταλλεύει νοῦν ἄκακον. Τελειωθεὶς ἐν ὀλίγῳ, ἐπλήρωσε χρόνους μακρούς· ἀρεστὴ γὰρ ἦν Κυρίῳ ἡ ψυχή αὑτοῦ· διὰ τοῦτο ἔσπευσεν ἐκ μέσου πονηρίας. Οἱ δὲ λαοί, ἰδόντες καὶ μὴ νοήσαντες, μηδὲ θέντες ἐπὶ διανοίᾳ τὸ τοιοῦτον, ὅτι χάρις καὶ ἔλεος ἐν τοῖς ὁσίοις Αὑτοῦ καὶ ἐπισκοπὴ ἐν τοῖς ἐκλεκτοῖς Αὑτοῦ. 

 

Εἰς τὴν Λιτήν

Ἦχος α΄.

Χορεύσατε ψυχαὶ τῶν μοναστῶν, κυκλώσατε τὸ κλέος τῶν ἡσυχαστῶν, Ἰωσὴφ τὸν ὅσιον, καὶ συγχαίρουσαι αὐτῷ βοήσατε· Ὦ θειότατε πάτερ, εἰ τὸ φῶς τὸ ἐν ἡμῖν σκότος, τότε τὸ φῶς τὸ ἐν σοὶ πόσον; Θεοείκελε καὶ φωτόμορφε, μὴ παύσῃ δεόμενος Χριστοῦ, καὶ ἡμᾶς φωτίσαι, καὶ δωρήσασθαι τὸ μέγα ἔλεος.

Ἦχος β΄.

Χαίροις ὁ δμητὴρ τῶν θηρίων παθῶν, Ἰωσὴφ ὁ ἐντρεχὴς εἰς παραμυθίαν τῶν μοναστῶν, ἡσυχαστῶν ὁ φωσφόρος, καὶ περίοπτος ἀστήρ, ὀ λίβανος τῆς προσευχῆς, καὶ ἀδιάστατος ἐγκρατευτής· χαίροις ὁ τὸν Βελίαρ κατατροπώσας, καὶ τὸ γαυρίαμα καθελὼν αὐτοῦ· χαίροις ὁ θεράπων τοῦ Χριστοῦ, ὁ Αὐτὸν ἱκετεύων, ὑπὲρ τῶν τιμώντων σε.

Ἦχος γ΄.

Πάντα ἀπωσάμενος τὰ ῥέοντα, τοῦ ματαίου ὁσιώτατε κόσμου, μετανοίας ἔσχες ῥέοντα δάκρυα, ἐν οἷς ὁ νοῦς σου ἐνήξατο, ὁ καταχθεὶς εἰς λιμένα, ταπεινώσεως τῆς καρδίας σου. Ποταμοὶ δὲ τῆς χάριτος συνέῤῥευσαν, ἐκ τοῦ στενωποῦ τῆς νηστευούσης κοιλίας σου, τοῦ ἀρδεῦσαι τὸ δένδρον τῆς σῆς ἀσκήσεως, καὶ ποτίσαι τοὺς διψῶντας τὴν πρεσβείαν σου, πρὸς τὸν θεώσαντά σε πάτερ Χριστόν, καὶ Σωτῆρα τῶν ψυχῶν ἡμῶν.

Ἦχος δ΄.

Κόσμου τὴν τύρβην ἐκ νεότητος φυγών, εἰς Ὄρος Ἁγιώνυμον ἦλθες Ἰωσήφ, ἵνα τυρβάσῃς περὶ τὸ ἕν, οὗ ἐστι χρεία καθὼς εἰρέθη. Καὶ προχειρίζων ψυχήν σου ἐπὶ Θεόν, ἐβόας ἅγιε Αὐτῷ· Τὰ Σὰ ἐκ τῶν Σῶν, προσφέρων Σοι Δέσποτα, εὐχαριστῶ Σοι καὶ δέομαι· κατάπεμψον τὴν χάριν, τοῦ Πνεύματός Σου ἐπ’ αὐτήν, καὶ μετάβαλε αὐτήν, εἰς λυχνίαν ἑπτάφωτον, κατὰ τὸ μέγα Σου ἔλεος.

Ἦχος πλ. α΄.

ν σώματι περιορίζων τὸ ἀσώματον, ὡς ἀνακλίνων κεφαλὴν ἐπὶ τὸ στῆθος, καὶ καρδιακῶς προσευχόμενος Χριστῷ, ἑώρας ἐντός σου τὴν βασιλείαν Αὑτοῦ, ἧς οὐδὲν μεῖζόν ἐστι· ὁ δὲ καινὸς ἐν σοὶ ἄνθρωπος, λαμπρυνόμενος χάριτι, καὶ ἀμπεχόμενος φῶς ἄκτιστον, παρεβιάζετό σε πρὸς μείζονα παλαίσματα, δι’ ὧν καὶ ἠξιώθης, ἐν παῤῥησία πρεσβεύειν, ὑπὲρ πάντων τῶν τιμώντων, τὴν ἀεισέβαστον μνήμην σου. 

Ἦχος ὁ αὐτός. Καὶ νῦν.

Μακαρίζομέν σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.

 

Ἀπόστιχα

Ἦχος πλ. α΄. Χαίροις ἀσκητικῶν.

Χαίροις ὁ ἐν ἀκτίστῳ φωτί, καταυγασθεὶς καὶ φρυκτωρήσας τοῖς τέκνοις σου, θεώσεως τὰ σημεῖα, μακαριστὲ Ἰωσήφ, καὶ τῆς ἐν Κυρίῳ τελειώσεως, ψυχῇ γὰρ καὶ σώματι, τὰς ἐντολὰς ὁσιώτατε, Αὑτοῦ εἰργάσω, νηπτικῶς καὶ ἀπέδωκας, πολλαπλάσια, τὰ δοθέντα σοι τάλαντα, ὥσπερ δοῦλος εὐάρεστος, διὸ ἐπιστάτην σε, ἐπὶ πολλῶν χαρισμάτων, δικαίως πάτερ κατέστησε, Χριστὸς ὁ παρέχων, ἱκεσίαις σου τῷ κόσμῳ, το μέγα ἔλεος.

Στ.: Καυχήσονται ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὑτῶν.

Χαίροις ὁ ἀπαθείας ἀστήρ, ὁ ἐραστὴς τῶν ὑπὲρ φύσιν καὶ τέλειος, ἀνὴρ ὁ εἰς μέτρον φθάσας, τῆς ἡλικίας Χριστοῦ, χαίροις μυστιπόλε ὑπερκόσμιε, σοφίας τῆς ἄνωθεν, τὸ πρυτανεῖον τὸ ἔνσαρκον, θεογνωσίας, Ἰωσὴφ ἁγιώτατε, ὁ ἀνάλωτος, ἡδονῶν τῶν τοῦ σώματος, χαίροις ὁ νοῦς ὁ ἔνθεος, ζωγρία αὐτόβουλε, τῆς ὑψιθρόνου ἀγάπης, τοῦ Ἰησοῦ Ὂν ἱκέτευε, ὑπὲρ τῶν τιμώντων, καὶ προφρόνως γεραιρόντων, τὴν θείαν μνήμην σου.

Στ.: ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν, ἡ αἴνεσις Αὐτοῦ ἐν ἐκκλησίᾳ ὁσίων.

Χαίροις ὁ ὀλεσίθηρ παθῶν, ὁ τὴν ῥομφαίαν ἐγκρατείας σπασάμενος, τροχῷ τὴν ἀκονισθεῖσαν, τῆς προσευχῆς καὶ νοός, εἰς καρδίαν ἐπανακυκλώσεως, ὁ κόσμου ἀντίβιος, καὶ ἡσυχαῖος πολέμιος, χαίροις δαιμόνων, νικητὰ πολυκοίρανε, χαίροις ὅσιε, Ἰωσὴφ ὁ τοῦ Πνεύματος, δρέψας καρποὺς καὶ χάριτας, δρεπάνῃ τῆς νήψεως, ὡς ἡδονῶν ἐκριζώσας, ἁμαρτωλῶν τὰ ζιζάνια, Χριστοῦ βοηθείᾳ, τοῦ παρέχοντος τῷ κόσμῳ, τὸ μέγα ἔλεος.

Δόξα. Ἦχος πλ. δ΄.

Τὴν Κουροτρόφον τὴν καλὴν τῶν παρθένων, καὶ μοναστῶν μητέρα καὶ προστάτιδα, Ἰωσὴφ σεβόμενος, παρεκάλεις λέγων αὐτῇ· Ὦ τοῦ κόσμου Δέσποινα, καὶ Κυρία τοῦ Ἄθω, ὡς ὑπέσχου μοι πάλαι, τὴν ψυχήν  μου παράλαβε, ἐν τῇ εὐφροσύνῳ ἡμέρᾳ, τῆς ἁγίας σου Κοιμήσεως· τὰ σὰς γὰρ ζηλώσας ἀρετάς, ταπείνωσιν ὑπακοήν, παρθενίαν σώματος, ἀκτημοσύνην, ἁγνείαν λογισμῶν καὶ ἀπάθειαν, καὶ τὴν τελείαν ἀγάπην, καὶ εἰς σὲ ἀναθέμενος ἐλπίδας, μιμητής σου ἐγενόμην ὁ ἱκέτης σου, Θεοτόκε ἡ Μήτηρ, τοῦ Λυτρωτοῦ τῶν ψυχῶν ἡμών.

Καὶ νῦν. Ἦχος ὁ αὐτός.

νύμφευτε Παρθένε, ἡ τὸν Θεὸν ἀφράστως συλλαβοῦσα σαρκί, Μήτηρ Θεοῦ τοῦ ὑψίστου, σῶν ἱκετῶν παρακλήσεις δέχου Πανάμωμε, ἡ πᾶσι χορηγοῦσα, καθαρισμὸν τῶν πταισμάτων· νῦν τὰς ἡμῶν ἱκεσίας προσδεχομένη, δυσώπει σωθῆναι πάντας ἡμᾶς.

Νῦν ἀπολύεις, τὸ Τρισάγιον καὶ τὸ παρὸν Ἀπολυτίκιον 

Ἦχος α΄. Τῆς ἐρήμου πολίτης.

ς ἐρήμου πολίτης καὶ τῆς νήψεως πρόμαχος, μύστις θεωρίας ἐγένου, Ἰωσὴφ καὶ τῆς πράξεως, νηστείᾳ ἀγρυπνίᾳ προσευχῇ, οὐράνια χαρίσματα λαβών.  Ὅθεν πρέσβευε τῷ Κυρίῳ ὑπὲρ ἡμῶν, τῶν πίστει κραυγαζόντων σοι· Δόξα τῷ φῶς ἐλλάμψαντι ἐν σοί, δόξα τῷ σὲ στεφανώσαντι, δόξα τῷ σὲ θεώσαντι Χριστῷ καὶ ἁγιάσαντι.

 

ΕΙΣ ΤΟΝ ΟΡΘΡΟΝ

Μετὰ τὴν α΄ Στιχολογίαν, Κάθισμα

Ἦχος α΄. Τὸν τάφον Σου Σωτήρ.

Σαρκὸς ταῖς ἡδοναῖς, Ἰωσὴφ ἀπετάξω, καὶ κόσμου τοῖς τερπνοῖς, ὡς τῆς νήψεως μέγας, ἐργάτης καὶ τῷ Πνεύματι, συνταχθεὶς προαπήλαυσας, ὁσιώτατε, πνευματικῶν ἑδεσμάτων, εὐωχίας τε, τοῦ Παραδείσου τρισμάκαρ, καὶ θείας τερπνότητος.

Δόξα. Ὅμοιον.

Νηστείᾳ προσευχῇ, ἀγρυπνίᾳ ἐν Ὄρει, Ἁγίω Ἰωσήφ, ἡγιάσθης καὶ σκεῦος, ἐδείχθης τῆς τοῦ Πνεύματος, ἐκλογῆς πολυτίμητον, καὶ χρυσήλατον, χάριτος θείας δοχεῖον, καὶ ἀλάβαστρον, τὴν ἱκεσίαν προχέον, ποσὶ τοῦ Παντάνακτος.

Καὶ νῦν. Θεοτοκίον. Ὅμοιον.

Παρθένε ἡ πηγή, τῆς ζωῆς ἐν μνημείῳ, ἐτέθης ὡς χρεών, ὑπὸ τῶν Ἀποστόλων, ἀλλ’ ὅμως τοῦ κρατῆσαί σου, τεταρταῖον οὐκ ἴσχυσεν, τάφος Δέσποινα, τὸ πανακήρατον σῶμα, ὅθεν Ἄχραντε, σωματικῶς πρὸς Υἱόν σου, μετέστης τριήμερος.

Μετὰ τὴν β΄ Στιχολογίαν, Κάθισμα

Ἦχος δ΄. Ταχὺ προκατάλαβε.

Πτωχείαν ἑκούσιον, ἐπιζητῶν τοῦ Χριστοῦ, καλῶς ἐπετήδευσας, τέχνην τεχνῶν Ἰωσήφ, εὐχὴν ἀδιάλειπτον, ὅθεν καὶ ὡς τιμίαν, ἐμπολὴν σωτηρίαν, ἔλαβες τῆς ψυχῆς σου, καὶ νῦν πέλεις θαυμάτων, καὶ χάριτος θείας ἀγαθέ, πάτερ βαθύπλουτος.

Δόξα. Ὅμοιον.

Αὐτόπτης γενόμενος, τῆς Θεοτόκου ποτέ, φωνὴν λαλιᾶς αὑτῆς, ἤκουσας ἐν πειρασμῶν, καιρῷ τῆς εἰπούσης σοι· Ἔχε ἐλπίδας πρός με, μετὰ σοῦ εἰμι θάρσει, Βρέφος λαβὲ τὸ Θεῖον, Ὃ εἰς χεῖρας βαστάζω, ὡς ἄν σε στηρίξῃ Ἰωσήφ, τρισσῶς θωπεύσαν σε.

Καὶ νῦν. Θεοτοκίον. Ὅμοιον.

Τὸ φῶς τὸ ἀΐδιον, λάμψον Παρθένε Ἁγνή, κἀμοὶ τῷ ἱκέτῃ σου, τῷ καθ’ ἡμέραν Χριστῷ, οἰκτρῶς ἁμαρτάνοντι, ὅτι μετανοῆσαι, ὑπισχνοῦμαι πολλάκις, ὅμως τοῦ διορθῶσαι, ἑμαυτὸν οὐκ ἰσχύω, Πανάμωμε ἄνευ φωτισμοῦ, καὶ βοηθείας σου. 

 

Μετὰ τὸν Πολυέλεον, Κάθισμα

 

Ἦχος δ΄. Κατεπλάγη Ἰωσήφ.

Κατεπλάγη Ἰωσήφ, ἀΰλων νόων ὁ χορός, κατιδών σε εὐγενῶς, ἀνθαμιλλώμενον αὐτῷ, ὡς τὴν ἐκείνου μιμούμενον πολιτείαν, καὶ θεοπρεπῶς, νοῦν συστέλλοντα, καὶ καρδιακῶς, μνημονεύοντα, τοῦ Ἰησοῦ καὶ νήφοντα ἐν πᾶσι, καὶ ἀγαμένως ἐπῄνεσεν, τοὺς ἄθλους πάτερ, τῆς ἰσαγγέλου, βιοτῆς σου μακάριε.

Δόξα. Ὅμοιον.

ν τῷ βάθει κατελθών, τῆς μετανοίας τὸν ἐν σοί, εὗρες ἅγιε καινόν, ἄνθρωπον καὶ θεοειδῆ, τὸν καθ’ ὁμοίωσιν Λόγου Θεοῦ πλασθέντα, πάτερ Ἰωσήφ, ἐξαστράπτοντα, καὶ τὴν ἑαυτοῦ, ἀναμένοντα, μοναστικῶν σου ἕνεκα ἀγώνων, ἐν οὐρανοῖς συγκατάλεξιν, σὺν τοῖς πατράσι, τοῖς θεοφόροις, καὶ ὁσίοις θεότιμε. 

Καὶ νῦν. Θεοτοκίον. Ὅμοιον.

Κατεπλάγη ἀληθῶς, τῶν Ἀποστόλων ὁ χορός,  ὡς τὸ μνῆμά σου ἰδών, Παρθένε Ἄχραντε κενόν, καὶ τὸ παράδοξον θαῦμα κατανοήσας, τῆς σωματικῆς, μεταστάσεως, σοῦ πρὸς τὸν Χριστόν, σοὶ ἀπένειμε, γέρας τὸ δέον Δέσποινα καὶ ὕμνους, ἐπαινετῶς σοὶ προσήγαγε, καὶ τὴν Τιμίαν, Ζώνην σου τότε, μετὰ πόθου ἠσπάσατο,

 

Τὸ α΄ ἀντίφωνον τοῦ δ΄ ἤχου καὶ τὸ Προκείμενον·

Καυχήσονται ὅσιοι ἐν δόξῃ καὶ ἀγαλλιάσονται ἐπὶ τῶν κοιτῶν αὑτῶν.

Στίχος: ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινόν, ἡ αἴνεσις Αὐτοῦ ἐν ἐκκλησίᾳ ὁσίων.

 

Εὐαγγέλιον τῶν ὁσίων.

Ὁ Ν΄ ψαλμός.

Δόξα. Ταῖς τοῦ Σοῦ ὁσίου…

Καὶ νῦν. Ταῖς τῆς Θεοτόκου…

 

Εἶτα τὸ παρὸν ἰδιόμελον. Ἦχος β΄.

ν τῇ ἀρούρῃ τῆς καρδίας σου, ἔσπειρας πάτερ ἔλλογον νοῦν, ἵνα καρπώσῃ τὰ ὑπὲρ ἔννοιαν· ἔδει γὰρ τὸ πρῶτον τοῦτον, πεσόντα ἀποθανεῖν, κατὰ τὸν λόγον τοῦ Κυρίου, καὶ εἶτα ἀναβιῶναι. Ὅθεν τοῖς ἀΰλοις νόοις συναυλιζόμενος, ἱκέτευε Ἰωσήφ, Λόγον Ἀνάρχου Νοός, ὑπὲρ τῶν νοῒ λόγῳ καὶ πνεύματι ψαλλόντων, καὶ ἐπαινούντων τοὺς ἄθλους σου.

 

Εἶτα ὁ κανὼν τοῦ ὁσίου, οὗ ἡ ἀκροστιχίς:

Φωτίσαι σκότος κἀμοῦ ἱκέτευε Θεόν, ὅσιε.

Ἦχος δ΄. ᾨδὴ α΄. Ἀνοίξω τὸ στόμα μου.

Φωνήν σου πρὸς Κύριον, νυχθημερὸν πάτερ ἔκραζες, αἰτούμενος δάκρυσι, φωτίσαι σκότος ψυχῆς, τὸ ἐσώτερον, ἵνα τοῦ ἐξωτέρου, ἐκφύγης τὸ τίμημα, τὸ ἀκατάφραστον.

Ὠδῖσιν καρδίας σου, ἔτεκες λόγον σωτήριον, τοῖς τέκνοις σου ἅγιε, τοῖς ἀγαστῶς μετὰ σοῦ, συναθλήσασι, ἐν Ὄρει τῷ Ἁγίῳ, καθάπερ διδάσκαλος, μέγας τῆς νήψεως.

Τὸν νοῦν πάτερ ἔστρεφες, κυκλωτικῶς εἰς καρδίαν σου, αὑτοῦ ἐκδεχόμενος, τὴν ἐν ἀκτίστῳ φωτί, θείαν ἔλλαμψιν, παρὰ τοῦ Φωτοδότου, καὶ γέγονας κάτοπτρον, τοῦ Θείου Πνεύματος.

Θεοτοκίον.

Ἰδὼν ξένον θέαμα, τοῦ κενωθέντος σου μνήματος, μεγάλῃ ὁ Δίδυμος, ἐβόησέ σοι φωνῇ· ἡ Κυρία μου, καὶ Δέσποινα ὑπάρχεις, τὸν τύπον ἐκλάμπουσα, τῆς ἀναστάσεως.

ᾨδὴ γ΄. Τοὺς σοὺς ὑμνολόγους.

Σαρκὸς ἡδονὰς καὶ τοῦ ἀρχαίου, θεόφρον καὶ πρώτου ἐν Ἐδέμ, ψιθυριστοῦ διέφυγες, τοὺς πειρασμοὺς μακάριε, ὡς τὰς ὁρμὰς τοῦ σώματος, δι’ ἐγκρατείας τεισάμενος.

Ἀπάθειαν ὅσιε ἐκτήσω, ὡς μνήστωρ θεόδοτος αὐτῇ, τὸ κάλλος ἐρασάμενος, αὑτῆς τὸ ὑπερ αἴσθησιν, ὦ Ἰωσὴφ ὁ πρόσφορος, εἰς ἐμπαθῶν συναντίληψιν.

Ἰώδους δηγμοῦ τῆς ἁμαρτίας, ἑρπούσης ὡς ὄφις εἰς τὸν χοῦν, σαρκός μου πάτερ ῥῦσαί με, ἀκέσιμον θεάσασθαι, σταυρὸν τῆς μετανοίας μου, ὡς Μωϋσῆς ὑποδείξας μοι.

Θεοτοκίον.

Σκηνώσας ὁ Λόγος ἐν γαστρί σου, ἡγίασεν ἅπαν αὐθωρεί, τὸ σκῆνός σου τὸ ἄσπιλον, καὶ καθαρὸν καὶ ἄμωμον, ἐν ᾧ μετέστης Δέσποινα, πρὸς τὴν ζωὴν τὴν ἀείζωον.

Κάθισμα

Ἦχος β΄. Ὁ ὑψωθείς.

Τῇ ἀμφιστόμῳ καὶ ὀξείᾳ μαχαίρᾳ, τῆς ἡσυχίας καὶ τῆς νήψεως πάτερ, τὸν τῶν παθῶν ἐπάταξας σεμνὲ Ἰωσήφ, δράκοντα τὸν ἐφεδρεύοντα, τῇ σαρκὶ καὶ ἐβίασας, σεαυτὸν πρὸς ἅρπασμα, εὐκτὸν τῆς Βασιλείας, Χριστοῦ τοῦ δόντος σοι ὑπὲρ ἡμῶν, ἐν παῤῥησίᾳ, πρεσβεύειν ἑκάστοτε.

 

Δόξα. Ὅμοιον.

Καταλιπὼν τὸν τῆς σαρκός σου χιτῶνα, ἔφυγες πάτερ ἡδονῆς αἰγυπτίας, καὶ ἠμφιέσω ἅγιε τὸ φῶς τοῦ Χριστοῦ, ἐν παντίαις κοσμησάμενος, ἀρεταῖς Θείου Πνεύματος, Ἰωσὴφ τὴν εὔτακτον, ψυχήν σου καὶ εἰσῆλθες, εἰς νυμφικοὺς θαλάμους ἀγαθέ, τοῦ Παραδείσου, ὡς φίλος τοῦ Κτίστου σου.

Καὶ νῦν. Θεοτοκίον. Ὅμοιον.

Πρὸς αὐτεπώνυμον ζωῆς μεταστάσα, θεῖόν σου τόκον οὐ κατέλιπες κόσμον, ἀλλ’ ἀνυστάκτως Δέσποινα πρεσβεύεις Αὐτῷ, σώζουσα τοὺς τὴν πανένδοξον, Κοίμησίν σου γεραίροντας, καὶ τοὺς μεγαλύνοντας, ἐν ὕμνοις ὀρθοδόξως, τὸ ἀειπάρθενόν σου Ἀγαθή, Μῆτερ καὶ πάντας, εἰς σὲ τοὺς ἐλπίζοντας.

ᾨδὴ δ΄. Τὴν ἀνεξιχνίαστον.

Κόσμον τοῦ ἀπώσασθαι θείᾳ Χριστοῦ, τοῦτον τοῦ νικήσαντος χάριτι, καὶ βοηθείᾳ, θεομάκαρ Ἰωσήφ, τὰς τῆς καρδίας πτέρυγας, πρὸς τὸν οὐρανὸν ἀνεπέτασας.

Ὁ καταλαμπόμενος θείῳ φωτί, νοῦς ὡς θεωρίας αἰχμάλωτος, οὐκ ἐνεργεῖ τι, τῶν οἰκείων, ὁ αὐτός, μεμαθηκὼς ἐδίδασκες, οὕτω τὰ τεκνία σου ἅγιε.

Τὴν ἀνεξιχνίαστον θείαν βουλήν, ἐν τῇ ἐπανόδῳ τῆς χάριτος, μετὰ τὴν ἄρσιν, θεοδίδακτε αὐτῆς, κατανοῶν ἐκραύγαζες· Δόξα τῇ προνοίᾳ Σου Κύριε.

Θεοτοκίον.

Ὅτε Ἀποστόλων ἠθροίσθη χορός, πάντοθεν κηδεῦσαι τὸ σῶμά σου, ὑπερκοσμίως, αἱ δυνάμεις οὐρανῶν, Ἄρατε πύλας κράζουσαι, σὲ Μῆτερ Θεοῦ ὑπεδέχοντο.

ᾨδὴ ε΄. Ἐξέστη τὰ σύμπαντα.

Σοφώτατος γέγονας, περὶ τὰ θεῖα ὅσιε, ἄνωθεν σοφίαν ἀγαγέσθαι, νύμφην ζητήσας, σοὶ τῷ τοῦ κάλλους αὑτῆς, θεόσοφε πάτερ ἐραστῇ, καὶ τυχὼν τῆς χάριτος, παρ’ αὐτῆς ἁγιώτατε.

Καρπὸς τῶν δακρύων σου, ἡ θεοπτία ὅσιε, ὅπου γάρ τις ἄρδει καὶ ποτίζει, ἐκεῖ καὶ δρέπει, διὸ σεμνὲ Ἰωσήφ, τὸ σὸν πολυδάκρυον ποτέ, ὀφθαλμῶν σου ἔδρεψεν, μετανοίας τὸ εὔκαρπον.

Ἁλοὺς θείῳ ἔρωτι, τῷ Παρακλήτῳ ἔκραζες, πάτερ ὡς ὁ τρίτος θεολόγος· Ἐλθὲ πορφὺρα, καὶ ἀλουργὶς τοῦ Θεοῦ, ἐλθὲ ἡ πνοή μου καὶ ζωή, καὶ χαρὰ καὶ δόξα μου, καὶ τρυφή μου αἰώνιος!

Θεοτοκίον.

Μαρία τὸ ἔνσαρκον, Λόγου Θεοῦ παλάτιον, πῶς ἐγκωμιάσω σε ἀξίως; πῶς γεραρῶ σε; τίσι τοῖς λόγοις τὴν σήν, ὑμνήσω μετάστασιν Ἁγνή; Σὺ γὰρ ἡ κατέχουσα, δευτερεῖα θεότητος.

 

ᾨδὴ στ΄. Τὴν θείαν ταύτην.

Ὁδὸν εὐθεῖαν ἐβάδισας, στενὴν καὶ τεθλιμμένην ἀπάγουσαν, εἰς τὴν οὐράνιον, μακαριότητα ὅσιε, ἀκολουθήσας θείων, πατέρων ἴχνεσι.

Ὑφήνας γάμου τὸ ἔνδυμα, ἱστῷ ὑπακοῆς ὁσιώτατε, καὶ τοῖς τοῦ Πνεύματος, τοῦτο κοσμήσας χαρίσμασιν, εἰς τὴν χαρὰν εἰσῆλθες, τὴν τοῦ Κυρίου σου.

Ἱλάσθητί μοι Φιλάνθρωπε, Χριστὲ καὶ φώτισόν μου τὸ ἔρεβος· πάτερ ἀνέκραζες, καὶ παρ’ Αὐτοῦ τὴν θεόπεμπτον, ἐξεπορίσω χάριν, καὶ μέγα ἔλεος.

Θεοτοκίον.

Κηδεῦσαι σκῆνος πανάγιον, τὸ σὸν οἱ τοῦ Υἱοῦ σου Ἀπόστολοι, ὁμοῦ ἠθροίσθησαν, τὸ δὲ ἀμόλυντον πνεῦμά σου, Ἄχραντε Θεοτόκε, Οὗτος παρέλαβεν.

Κοντάκιον

Ἦχος πλ. δ. Τῇ Ὑπερμάχῳ.

Ὡς ἐναθλήσας ἐν τῷ Ὄρει Θεομήτορος, ἔθλασας πάτερ μηχανὰς τοῦ πολεμήτορος, δι’ εὐχῆς ἀδιαλείπτου καὶ ἐγκρατείας, καὶ εἰς ὄρος ἀναβὰς τὸ ὑψηλότατον, θεοπτίας ἡγιάσθης καὶ ἐξέλαμψας, θείᾳ χάριτι, Ἰωσὴφ ὁσιώτατε.

Ὁ Οἶκος.

Ἄχραντος θεῖος ἔρως, ἐν ᾧ πάτερ ᾠνήθης, μετέβαλεν τὸ ὕδωρ δακρύων, εἰς ἄκρατον τὸν οἶνον χαρᾶς, Βασιλείας ἄνω Ἰωσὴφ ὅσιε, θεόπτα καὶ ἐνέπνευσεν, τοῖς πόθῳ σὲ τιμῶσιν κράζειν·

Χαῖρε, δι’ οὗ ἐπαινεῖται Ἄθως·

Χαῖρε, πρὸς ὃν θορυβεῖται τάφος·

Χαῖρε, ἐρημίας τὸ μέγα θησαύρισμα·

Χαῖρε, ἡσυχίας τὸ εὔηχον ἄκουσμα·

Χαῖρε, ἄρτυμα τὸ νόστιμον βρώσεως πνευματικῆς·

Χαῖρε, ἥδυσμα τὸ εὔγευστον ἰσαγγέλου βιοτῆς·

Χαῖρε, ὡς τῆς Τριάδος ἀνεδείχθης ὁ οἶκος·

Χαῖρε, ὡς σοὶ ἐδόθη κατὰ κόσμου τὸ νῖκος·

Χαῖρε, λαμπτὴρ φωτὸς τῆς θεότητος·

Χαῖρε, λιμὴν πρεσβείας ὁ πάνορμος·

Χαῖρε, πιστῶν μετανοίας εὐχέτα·

Χαῖρε, ἡμῶν σωτηρίας ἱκέτα·

Χαῖρε, πάτερ ἀοίδιμε.

 

Εἰς τὸ Συναξάριον

Τῇ αὐτῇ ἡμέρα μνήμη τοῦ ὁσίου καὶ θεοφόρου πατρὸς ἡμῶν Ἰωσὴφ, τοῦ Ἡσυχαστοῦ, τοῦ ἐν τῷ Ἁγιωνύμῳ Ὄρει ἀθλήσαντος.

Ταῖς αὑτοῦ ἁγίαις πρεσβείαις, Χριστὲ ὁ Θεός, ἐλέησον ἡμᾶς.

 

ᾨδὴ ζ΄. Οὐκ ἐλάτρευσαν.

Ἐνοικήσαντος, τοῦ Παναγίου Πνεύματος οὐ καθ’ ὑπόστασιν, ἢ κατ’ οὐσίαν ἐν σοί, ἀλλὰ κατ’ ἀΐδιον χάριν καὶ ἄκτιστον, πάτερ ἐλαμψας, ἐν Ἐκκλησίᾳ ὅσιε, ὡς ἀστὴρ ὁ φωτοφόρος.

Τοῦ μὲν Μνήστορος, τὸ πρᾷον καὶ ἡσύχιον φέρων καὶ δίκαιον, τοῦ δὲ Παγκάλου σαφῶς, τὸ ἄδολον ὅσιε καὶ ἀπειρόκακον, ὡς συνώνυμος, πάτερ αὐτοῖς καὶ σύμψυχος, Ἰωσὴφ καθηγιάσθης.

Ἐθελόβουλος, ἦρας σταυρὸν ἀσκήσεως ἐπ’ ὤμων ὅσιε, ἀκολουθήσας Χριστῷ, καὶ ἥνπερ ἀπώλεσας ψυχὴν διέσωσας, ἀρνησάμενος, ὦ Ἰωσὴφ μακάριε, ἑαυτὸν ὑπὲρ Ἐκείνου.

Θεοτοκίον.

Ὑπερήδιστα, τῶν Ἀποστόλων σήμερον προσεγορεύων σε, ὁ θεηγόρος χορός, συνᾴδει ἐγκώμια τῆς σῆς Κοιμήσεως, καὶ κραυγάζει σοι· Χαῖρε τοῦ κόσμου Σώτειρα, Παναγία Θεοτόκε.

ᾨδὴ η΄. Παῖδας εὐαγεῖς.

Ἔνδον τοῦ σπηλαίου τῆς καρδίας, ὡδήγησε φαεινὸς ἀστὴρ τῆς νήψεως, νοῦν σου ἀξιάγαστε, τοῦ ἐνδιαθέτου σου, λόγου ἰδεῖν τὴν γέννησιν πάτερ καὶ ἔμφρονος, τοῦ θείοις εἰληθέντος σπαργάνοις, τῆς ὑπερκοσμίου, καὶ ἄνωθεν σοφίας.

Θάμβει συνεχόμενος καὶ μένων, αἰσθήσεως πάσης ἔξω τῆς τοῦ σώματος, κατὰ τὴν ὑπέρφατον, ἁρπαγὴν τοῦ Πνεύματος, ὦ Ἰωσὴφ ἀοίδιμε τὰ θεῖα ἔπασχες, Χριστοῦ τῆς ὑπὲρ αἴσθησιν θέας, ἐν φωτὶ ἀκτίστῳ, θεόπτα ἀπολαύων.

Ἔθου ἑαυτὸν εἰς τῆς Παρθένου, τὰς χεῖρας πρὸς μαθητείαν ἀξιέπαινον, τῆς αὐταπαρνήσεως, καὶ τῆς ταπεινώσεως, καὶ ἀρετῆς ἁπάσης τε τῆς Θεομήτορος, θεόφρον Ἰωσὴφ τῆς τεκούσης, πίστεως τὸν Μέγαν, Διδάσκαλον ἀσπόρως.

Θεοτοκίον.

Ὅρος ἀλατόμητον Κυρίου, ἐν ὄρει ἁγιωνύμῳ τοὺς μονάζοντας, τοὺς πανηγυρίζοντας, τὴν σεπτήν σου Κοίμησιν, τῶν πειρασμῶν διάσωζε καὶ διαφύλαττε, ἀτρώτους Θεοτόκε Παρθένε, τῶν πεπυρωμένων, βελῶν τοῦ μισοκάλου.

ᾨδὴ θ΄. Ἅπας γηγενής.

Νόστου διὰ σέ, τὸ ἦμαρ ἀνέτελλεν ἐν τῇ κοιμήσει σου, ὅτε εἰς οὐράνιον, πατρίδα τήν τε ποθεινοτάτην σοι, ἔνθα Χριστοῦ ἡ θέασις ἡ ἀκατάληκτος, ἀσωμάτων, οἱ χοροὶ ἀνέφερον, τὴν ἁγίαν ψυχήν σου θεότιμε.

Ὅλως κολληθείς, Κυρίου τῷ Πνεύματι ἐγένου ὅσιε, πνεῦμα ἓν καὶ φύσεως, τῆς θείας ὅπερ ἐστὶ τῆς χάριτος, ὡς κοινωνὸς γενόμενος πάτερ ἀνέλαμψας, ὥσπερ λύχνος, ἐν τῷ στερεώματι, Ἐκκλησίας Χριστοῦ παναοίδιμε.

Σύρου Ἰσαάκ, τὰ θεῖα συγγράμματα καὶ πνευματέμφορα, ὄλβιε ἠγάπησας, αὐτὸν δὲ ἔσχες συναντιλήπτορα, καὶ μυστικῶς πανόλβιε ἐπικυροῦντά σε, ἐν ἀθλήσει, ὥσπερ διαδέκτορα, μαθητείας αὐτοῦ ἐπιδέξιον.

Δόξα. Τριαδικόν.

Ἵλασαι ἡμῖν, Θεὲ Ὑπερούσιε καὶ Παντεπίσκοπε, Πάτερ σὺν τῷ Λόγῳ Σου, τῷ Συνανάρχῳ Σοι καὶ τῷ Πνεύματι, καὶ ἐφ’ ἡμῖν σπλαχνίσθητι τοῖς ἁμαρτάνουσιν, καθ’ ἡμέραν, Ἰωσὴφ δεήσεσι, τοῦ ὁσίου καὶ σῶσον τοὺς δούλους Σου.

Καὶ νῦν. Θεοτοκίον.

Ἔσχατον ἐμέ, Ἁγνὴ τὸν πρωτεύοντα παντοίοις πάθεσιν, εἰσελθεῖν ἀξίωσον, εἰς Βασιλείαν τὴν ἐπουράνιον, τοῦ πρωτοτόκου κτίστεως πάσης καὶ τόκου σου, δι’ ἐσχάτου, σωστικῆς πρεσβείας σου, ἐν ἡμέρᾳ Παρθένε τῆς κρίσεως.

Ἐξαποστειλάρια

Ἦχος γ΄. Ὁ οὐρανὸν τοῖς ἄστροις.

ς τοῦ Χριστοῦ θεόπτης, ἀντιμετάδος μοι τὸ φῶς, διὰ πρεσβείας σου πάτερ, τῆς ἐπιγνώσεως Αὐτοῦ, ἵνα ἐσώτερον σκότος, τοῦ ὑμνολόγου σου λύσῃς. 

Δόξα. Ὅμοιον.

συχαστῶν τὸ κλέος, καὶ ἀκροθίνιον λαμπρόν, τῶν μοναστῶν ἐν τῷ Ἄθῳ, πάτερ ὑπάρχων Ἰωσήφ, μὴ διαλείπῃς πρεσβεύων, ὑπὲρ τῶν σὲ ἀνυμνούντων.

 

Καὶ νῦν. Ὅμοιον.

Τὴν τοῦ ἐλέους θύραν, ἄνοιξον Ἄχραντε πιστοῖς, τοῖς μεγαλύνουσιν πόθῳ, τὴν Κοίμησίν σου τὴν σεπτήν, ἐν γὰρ τῷ βούλεσθαι σῴζειν, Παρθένε δύνασαι κόσμον.

 

Εἰς τοὺς Αἴνους

Ἦχος δ΄. Ὡς γενναῖον ἐν μάρτυσιν.

συχίας τῷ μνήστορι, Ἰωσὴφ τῷ θεόφρονι, δεῦτε προσαγάγετε τὰ ἐγκώμια, ἀσκητικοῖς οἱ γλιχόμενοι, καμάτοις μιμήσασθαι, τοῖς αὑτοῦ καὶ νηπτικήν, πορευθῆναι προκρίναντες, τρίβον ἄληκτον, παρ’ αὐτοῦ ἐξαιτούμενοι πρεσβείαν, καὶ ἐνίσχυσιν ἐν πᾶσι, τοῖς κατὰ σάρκα παλαίσμασι.

ωσὴφ ὁσιώτατε, ἐπουράνιε ἄνθρωπε, Παρακλήτου κάτοπτρον καθαρότατον, ὁ γεγονὼς δι’ ἀσκήσεως, ἐν ᾧ αὐτὸς πέπονθας, ἐν τῷ βίῳ πειρασθείς, θεοδίδακτε δύνασαι, πάτερ ἅγιε, βοηθῆσαι νῦν τοῖς πειραζομένοις, ὡς πρεσβεύων παῤῥησίᾳ, τῷ σὲ πλουτήσαντι χάριτι.

Μυστιπόλον τῆς χάριτος, καὶ θεόπτην σὲ ἔγνωκαν, οἱ ἐκ σοῦ τῷ μέλιτι ἐντρυφήσαντες, τῶν σῶν σκαμμάτων καὶ γάλακτι, καὶ σοὶ ἐπισπόμενοι, καὶ βαδίσαντες ὁδόν, τὴν στενὴν τεθλιμμένην τε, τὴν ἀπάγουσαν, Ἰωσὴφ πρὸς ζωὴν καὶ θεωρίαν, πανευφρόσυνον τοῦ κάλλους, τοῦ Θεανθρώπου μακάριε.

Αἰγυπτίας κατέλιπες, ἡδονῆς τὸ χιτώνιον, ὅσιε τουτέστιν σαρκὸς τὸ φρόνημα, ὡς Ἰωσὴφ συνωνύμῳ σου, παγκάλῳ ὁμότροπος, καὶ ἐτήρησας ψυχήν, ἁμαρτίας ἀνόλεθρον, ἥνπερ ἕνεκεν, τοῦ Δεσπότου καὶ τοῦ εὐαγγελίου, ἀπενθῶς ὡς ἀπολέσας, ἔσωσας πάτερ θεόσοφε.

Δόξα. Ἦχος πλ. α΄.

τε ὡς ἀπαθὴς ὑπὸ τοῦ Πνεύματος ἡρπάζου, εἰς ὕψος τῆς θεοπτίας, τότε ἐν τρισηλίῳ φωτὶ ἔπασχες τὰ θεῖα, θαυμάζων τὸ ὑπέρλογον, τὴν ἀγάπην Θεοῦ ἐκπληττόμενος, μηδὲν τῶν παρόντων αἰσθανόμενος, ὁρῶν πᾶσαν τὴν τῶν ὄντων ἀλήθειαν. Οὕτως οὖν ἠγγύα Χριστὸς ὁ Θεός, τὴν σὴν ἁγιότητα θεόσωστε, Ἰωσὴφ περιπόθητε, ὁ ἱκετεύων ὑπὲρ τῶν ψυχῶν ἡμῶν.

Καὶ νῦν. Θεοτοκίον.

Μακαρίζομέν σε, Θεοτόκε Παρθένε, καὶ δοξάζομέν σε, οἱ πιστοὶ κατὰ χρέος, τὴν πόλιν τὴν ἄσειστον, τὸ τεῖχος τὸ ἄῤῥηκτον, τὴν ἀῤῥαγῆ προστασίαν, καὶ καταφυγὴν τῶν ψυχῶν ἡμῶν.

 

 

 

ΕΙΣ ΤΗΝ ΘΕΙΑΝ ΛΕΙΤΟΥΡΓΙΑΝ

 

 

Τὰ τυπικά, οἱ Μακαρισμοί.

Καὶ ἐκ τοῦ κανόνος τοῦ ὁσίου ἡ γ΄ καὶ ἡ στ΄ ᾠδή.

 

Ἀπόστολος καὶ Εὐαγγέλιον τῶν ὁσίων.

Κοινωνικόν.

Εἰς μνημόσυνον αἰώνιον…

 

 

Μεγαλυνάρια

Χαίροις πολυζήλωτε Ἰωσήφ, νήψεως ὁ μέγας, καὶ περίδοξος ἀθλητής, καὶ ἡσυχαζόντων, τῶν ἱερῶς ἀμύντωρ, καὶ ἔσχατον σημεῖον, τῆς ἁγιότητος.

 

χων παῤῥησίαν πρὸς τὸν Χριστόν, σκότος μου φωτίσαι, τὸ ἐσώτερον καὶ ἀχλύν, λῦσαί μου πταισμάτων, καὶ σῶσαί με μὴ παύσῃ, ὦ Ἰωσὴφ τρισμάκαρ, Αὐτοῦ δεόμενο

 

 

Πηγή: fdathanasiou.blogspot.gr