Πρωϊνὴ Προσευχὴ
8 Απριλίου 2013
Αἰώνιε Κύριε, Δημιουργὲ τῶν ἁπάντων,
ὁ καλέσας με εἰς τὴν ζωὴν ταύτην τῇ ἀνεξερευνήτῳ Σου ἀγαθότητι·
ὁ δούς μοι τὴν Χάριν τοῦ Βαπτίσματος καὶ τὴν σφραγῖδα τοῦ Ἁγίου Πνεύματος·
ὁ κοσμήσας με τῇ ἐπιθυμίᾳ τοῦ ἀναζητεῖν Σε, τὸν μόνον ἀληθινὸν Θεόν,
ἐπάκουσον τῆς δεήσεώς μου.
Ὁ Θεός μου, οὐκ ἔχω ζωήν, φῶς, χαράν, σοφίαν, δύναμιν ἄνευ Σοῦ.
Ἀλλὰ Σὺ εἶπας τοῖς μαθηταῖς Σου: «Πάντα ὅσα ἐὰν αἰτήσητε ἐν τῇ προσευχῇ πιστεύοντες, λήψεσθε».
Ὅθεν τολμῶ ἐπικαλεῖσθαί Σε: Καθάρισόν με ἀπὸ παντὸς μολυσμοῦ σαρκὸς καὶ πνεύματος.
Δίδαξόν με πῶς δεῖ προσεύχεσθαι.
Εὐλόγησον τὴν ἡμέραν ταύτην ἣν ἐχάρισάς μοι, τῷ ἀναξίῳ δούλῳ Σου.
Ἰκάνωσόν με τῇ δυνάμει τῆς Χάριτός Σου ἀδιαλείπτως ὁμιλεῖν καὶ ἐργάζεσθαι πρὸς τὴν Σὴν δόξαν ἐν πνεύματι καθαρότητος, ταπεινώσεως, ὑπομονῆς, ἀγάπης, εὐγενείας, εἰρήνης, ἀνδρείας καὶ σοφίας, ἐπιγινώσκειν ἀεὶ τὴν ἁπανταχοῦ παρουσίαν Σου.
Κύριε ὁ Θεός, δεῖξόν μοι τὴν ὁδὸν τοῦ θελήματός Σου ἐν τῇ ἀπείρῳ Σου ἀγαθότητι καὶ ἀξίωσόν με πορεύεσθαι ἐνώπιόν Σου χωρὶς ἁμαρτίας.
Καρδιογνῶστα Κύριε, Σὺ ἐπιγινώσκεις πᾶσάν μου ἔνδειαν, Σὺ γινώσκεις τὴν τυφλότητα καὶ τὴν ἄγνοιάν μου, Σὺ γινώσκεις τὴν ἀστάθειαν καὶ τὴν διαφθορὰν τῆς ψυχῆς μου.
Ἀλλ᾿ οὐδ᾿ ὁ πόνος οὐδ᾿ ἡ ἀγωνία ἡ ἐμὴ κεκρυμμένα Σοὶ τυγχάνει.
Ἐπάκουσον τῆς δεήσεώς μου καὶ δίδαξόν με τῷ Πνεύματί Σου τῷ Ἁγίῳ, ὁδὸν ἐν ᾗ πορεύσομαι.
Μὴ ἐγκαταλείψης με, ὅτι ἡ διεφθαρμένη μου θέλησις ὁδηγήσῃ με πρὸς ἄλλας ὁδούς, ἀλλὰ βιαίως ἐπανάγαγέ με πρὸς Σέ.
Δός μοι, τῇ δυνάμει τῆς Σῆς ἀγάπης, στερεωθῆναι με εἰς τὸ ἀγαθόν.
Φύλαξόν με ἀπὸ παντὸς λόγου ἢ ἔργου ψυχοφθόρου, ἀπὸ πάσης ἐσωτερικῆς καὶ ἐξωτερικῆς κινήσεως μὴ εὐαρέστου ἐνώπιόν Σου καὶ ἐπιβλαβοῦς διὰ τὸν ἀδελφόν μου.
Δίδαξόν με πως δεῖ καί τί με δεῖ λαλεῖν.
Ἐὰν τὸ Σὸν θέλημά ἐστι τοῦ μὴ ἀποκριθῆναι μὲ δός μοι πνεῦμα εἰρηναίας σιωπῆς, ἀλύπου καὶ ἀκινδύνου διὰ τὸν ἀδελφόν μου.
Νομοθέτησόν με ἐν τῇ τρίβῳ τῶν ἐντολῶν Σου καὶ ἕως ἐσχάτης μου ἀναπνοῆς μὴ ἐπιτρέψῃς παρεκκλίναι με ἀπὸ τοῦ Φωτὸς τῶν προσταγμάτων Σου, ἕως ὅτου καταστῶσιν ὁ μοναδικὸς νόμος πάσης ὑπάρξεώς μου, προσκαίρου τε καὶ αἰωνίου.
Δέομαί Σου ὁ Θεὸς ἐλέησόν με.
Λύτρωσαί με ἀπὸ τῆς θλίψεως καὶ ἀθλιότητός μου καὶ μὴ ἀποκρύψῃς ἀπ᾿ ἐμοῦ τὴν ὁδὸν τῆς σωτηρίας. Ἐν τῇ ἀφροσύνῃ μου, ὁ Θεός, περὶ πολλῶν καὶ μεγάλων δέομαί Σου, γινώσκων ἀεὶ τὴν ἐμὴν κακότητα, τὴν ἀδυναμίαν καὶ φαυλότητα κράζω Σοι: ἐλέησόν με.
Μὴ ἀπορρίψης μὲ ἀπὸ τοῦ Προσώπου Σου ἕνεκεν τῆς ἀλαζονείας μου.
Δὸς καὶ αὔξησον ἐν ἑμοὶ τῷ ἀχρείῳ τὴν δύναμιν τοῦ ἀγαπᾶν Σε, κατὰ τὰς ἐντολάς Σου, ἐξ ὅλης τῆς καρδίας μου, ἐξ ὅλης τῆς ψυχῆς μου, ἐξ ὅλης τῆς διανοίας μου, ἐξ ὅλης τῆς ἰσχύος μου, καὶ δι᾿ ὅλου τοῦ εἶναί μου.
Ναί, ὁ Θεός, δίδαξόν με δικαίαν κρίσιν καὶ γνῶσιν τῷ Πνεύματί Σου τῷ Ἁγίῳ.
Δός μοι τοῦ γνῶναι τὴν Ἀλήθειάν Σου προτοῦ μὲ ἀπελθεῖν ἐκ τῆς ζωῆς ταύτης.
Παράτεινον τὰς ἡμέρας τῆς ζωῆς μου ἕως ὅτου Σοὶ προσφέρω μετάνοιαν ἀληθινήν.
Μὴ ἀναγάγῃς με ἐν ἡμίσει ἡμερῶν μου μηδὲ ἐν ᾧ ὁ ἐμὸς νοῦς τετυφλωμένος ἐστί.
Καὶ ὅταν εὐδοκήσης ἐλθεῖν τὸ τέλος τῆς ζωῆς μου προγνώρισόν μοι τὸν θάνατον, ἵνα ἡ ψυχή μου ἑτοιμασθῇ πρὸς συνάντησίν Σου.
Ἔσο μετ᾿ ἐμοῦ, Κύριε, ἐν ἐκείνῃ τῇ ὥρᾳ τῇ φοβερᾷ καὶ ἀπόδος μοι τὴν ἀγαλλίασιν τοῦ Σωτηρίου Σου.
Καθάρισόν με ἀπὸ παντὸς ἁμαρτήματος φανεροῦ καὶ ἀποκρύφου, ἀπὸ πάσης ἀνομίας κεκρυμμένης ἐν ἑμοὶ καὶ δώρησόν μοι καλὴν ἀπολογίαν ἐνώπιον τοῦ φοβεροῦ βήματός Σου.
Ὁ Θεός, κατὰ τὸ μέγα ἔλεός Σου καὶ τὴν ἄμετρον φιλανθρωπίαν Σου, ἐπάκουσον τῆς δεήσεώς μου.
Πηγή: isagiastriados.com