Επιστήμες, Τέχνες & Πολιτισμός

Ο Μέγας Κανών: ᾨδὴ β´. Ὁ Εἱρμός.

21 Μαρτίου 2013

Ο Μέγας Κανών: ᾨδὴ β´. Ὁ Εἱρμός.

ο μέγας κανον« Πρόσεχε, Οὐρανέ, καὶ λαλήσω,

» καὶ ἀνυμνήσω Χριστόν,
» τὸν ἐκ Παρθένου
» σαρκὶ ἐπιδημήσαντα.

Πρόσεχε, Οὐρανέ, καὶ λαλήσω·
γῆ, ἐνωτίζου φωνῆς
μετανοούσης Θεῷ
καὶ ἀνυμνούσης αὐτόν.

Πρόσχες μοι, ὁ Θεός, ὡς οἰκτίρμων,
ἱλέῳ ὄμματί σου,
καὶ δέξαι μου
τὴν θερμὴν ἐξομολόγησιν.

Ἡμάρτηκα ὑπὲρ πάντας ἀνθρώπους·
μόνος ἡμάρτηκά σοι·
ἀλλ᾿ οἴκτειρον ὡς Θεός,
Σωτήρ, τὸ ποίημά σου.

Ζάλη με, τῶν κακῶν περιέχει,
εὔσπλαγχνε Κύριε·
ἀλλ᾿ ὡς τῷ Πέτρῳ, κἀμοὶ
τὴν χεῖρα ἔκτεινον.

Τὰ δάκρυα τὰ τῆς Πόρνης, Οἰκτίρμον,
κἀγὼ προβάλλομαι·
Ἱλάσθητί μοι, Σωτήρ,
τῇ εὐσπλαγχνίᾳ σου.

Ἠμαύρωσα τῆς ψυχῆς τὸ ὡραῖον
ταῖς τῶν παθῶν ἡδοναῖς,
καὶ ὅλως ὅλον τὸν νοῦν
χοῦν ἀπετέλεσα.

Διέρρηξα νῦν τὴν στολήν μου τὴν πρώτην,
ἣν ἐξυφάνατό μοι
ὁ Πλαστουργὸς ἐξ ἀρχῆς,
καὶ ἔνθεν κεῖμαι γυμνός.

Ἐνδέδυμαι διερρηγμένον χιτῶνα,
ὃν ἐξυφάνατό μοι
ὁ ὄφις τῇ συμβουλῇ,
καὶ καταισχύνομαι.

Προσέβλεψα τοῦ φυτοῦ τὸ ὡραῖον,
καὶ ἠπατήθην τὸν νοῦν·
καὶ ἔνθεν κεῖμαι γυμνός,
καὶ καταισχύνομαι.

Ἐτέκταινον ἐπὶ τὸν νῶτόν μου πάντες
οἱ ἀρχηγοὶ τῶν κακῶν,
μακρύνοντες κατ᾿ ἐμοῦ
τὴν ἀνομίαν αὐτῶν.

Ἀπώλεσα τὸ πρωτόκτιστον κάλλος
καὶ τὴν εὐπρέπειάν μου·
καὶ ἄρτι κεῖμαι γυμνός,
καὶ καταισχύνομαι.

Κατέρραψε τοὺς δερματίνους χιτῶνας
ἡ ἁμαρτία κἀμοί,
γυμνώσασά με τῆς πρὶν
θεοϋφάντου στολῆς.

Περίκειμαι τὸν στολισμὸν τῆς αἰσχύνης,
καθάπερ φύλλα συκῆς,
εἰς ἔλεγχον τῶν ἐμῶν
αὐτεξουσίων παθῶν.

Ἐστόλισμαι κατεστιγμένον χιτῶνα
καὶ ᾑμαγμένον αἰσχρῶς
τῇ ρύσει τῆς ἐμπαθοῦς
καὶ φιληδόνου ζωῆς.

Ἐσπίλωσα τὸν τῆς σαρκός μου χιτῶνα
καὶ κατερρύπωσα
τὸ κατ᾿ εἰκόνα, Σωτήρ,
καὶ καθ᾿ ὁμοίωσιν.

Ὑπέπεσα τῇ τῶν παθῶν ἀχθηδόνι
καὶ τῇ ἐνύλῳ φθορᾷ·
καὶ ἔνθεν νῦν ὁ ἐχθρὸς
καταπιέζει με.

Φιλόϋλον καὶ φιλοκτήμονα βίον
τῆς ἀκτησίας, Σωτήρ,
προκρίνας, νῦν τὸν βαρὺν
κλοιὸν περίκειμαι.

Ἐκόσμησα τὸν τῆς σαρκὸς ἀνδριάντα
τῇ τῶν αἰσχρῶν λογισμῶν
ποικίλῃ περιβολῇ
καὶ κατακρίνομαι.

Τῆς ἔξωθεν ἐπιμελῶς εὐκοσμίας
μόνης ἐφρόντισα,
τῆς ἔνδον ὑπεριδὼν
θεοτυπώτου σκηνῆς.

Μορφώσας μου τὴν τῶν παθῶν ἀμορφίαν,
ταῖς φιληδόνοις ὁρμαῖς
ἐλυμηνάμην τοῦ νοῦ
τὴν ὡραιότητα.

Κατέχρωσα τῆς πρὶν εἰκόνος τὸ κάλλος,
Σῶτερ, τοῖς πάθεσιν·
ἀλλ᾿ ὥς ποτε τὴν δραχμὴν
ἀναζητήσας εὑρέ.

Ἡμάρτηκα, ὥσπερ ἡ Πόρνη βοῶ σοι·
μόνος ἡμάρτηκά σοι·
ὡς μύρον δέχου, Σωτήρ,
κἀμοῦ τὰ δάκρυα.

Ὠλίσθησα ὡς ὁ Δαυῒδ ἀκολάστως,
καὶ βεβορβόρωμαι·
ἀλλ᾿ ἀποπλύναις κἀμέ,
Σωτήρ, τοῖς δάκρυσι.

Ἱλάσθητι, ὡς ὁ Τελώνης βοῶ σοι,
Σῶτερ, ἱλάσθητί μοι·
οὐδεὶς γὰρ τῶν ἐξ Ἀδὰμ
ὡς ἐγὼ ἥμαρτέ σοι.

Οὐ δάκρυα, οὐδὲ μετάνοιαν ἔχω,
οὐδὲ κατάνυξιν·
αὐτός μοι ταῦτα, Σωτήρ,
ὡς Θεὸς δώρησαι.

Τὴν θύραν σου μὴ ἀποκλείσῃς μοι τότε,
Κύριε, Κύριε·
ἀλλ᾿ ἄνοιξόν μοι αὐτὴν
μετανοοῦντί σοι.

Φιλάνθρωπε, ὁ πάντας θέλων σωθῆναι,
σὺ ἀνακάλεσαί με,
καὶ δέξαι ὡς ἀγαθὸς
μετανοοῦντά με.

Ἐνώτισαι τοὺς στεναγμοὺς τῆς ψυχῆς μου,
καὶ τῶν ἐμῶν ὀφθαλμῶν
προσδέχου τοὺς σταλαγμούς,
Σωτήρ, καὶ σῶσόν με.

Θεοτοκίον.

Ἄχραντε, Θεοτόκε Παρθένε,
μόνη πανύμνητε,
ἱκέτευε ἐκτενῶς
εἰς τὸ σωθῆναι ἡμᾶς.

Εἱρμὸς ἄλλος.

«Ἴδετε, ἴδετε,
» ὅτι ἐγώ εἰμι Θεός,
» ὁ μάννα ἐπομβρήσας
» καὶ τὸ ὕδωρ ἐκ πέτρας
» πηγάσας πάλαι ἐν ἐρήμῳ τῷ λαῷ μου,
» τῇ μόνῃ δεξιᾷ
» καὶ τῇ ἰσχύι τῇ ἐμῇ.

Ἴδετε, ἴδετε,
ὅτι ἐγώ εἰμι Θεός·
ἐνωτίζου, ψυχή μου,
τοῦ Κυρίου βοῶντος·
καὶ ἀποσπάσθητι τῆς πρώτης ἁμαρτίας,
καὶ φοβοῦ ὡς δικαστὴν
καὶ ὡς κριτὴν καὶ Θεόν.

Τίνι ὡμοιώθης,
πολυαμάρτητε ψυχή;
εἰμὴ τῷ πρώτῳ Κάϊν,
καὶ τῷ Λάμεχ ἐκείνῳ,
λιθοκτονήσασα τὸ σῶμα κακουργίαις
καὶ κτείνασα τὸν νοῦν
ταῖς παραλόγοις ὁρμαῖς.

Πάντας τοὺς πρὸ νόμου
παραδραμοῦσα, ὦ ψυχή,
τῷ Σὴθ οὐχ ὡμοιώθης,
οὐ τὸν Ἐνὼς ἐμιμήσω,
οὐ τὸν Ἐνὼχ τῇ μεταθέσει, οὐ τὸν Νῶε·
ἀλλ᾿ ὤφθης πενιχρὰ
τῆς τῶν δικαίων ζωῆς.

Μόνη ἐξήνοιξας
τοὺς καταρράκτας τῆς ὀργῆς
τοῦ Θεοῦ σου, ψυχή μου,
καὶ κατέκλυσας πᾶσαν,
ὡς γῆν, τὴν σάρκα καὶ τὰς πράξεις καὶ τὸν βίον·
καὶ ἔμεινας ἐκτὸς
τῆς σωστικῆς Κιβωτοῦ.

Ἄνδρα ἀπέκτεινα,
φησίν, εἰς μώλωπα ἐμοί,
καὶ νεανίσκον εἰς τραῦμα,
Λάμεχ θρηνῶν ἐβόα·
σὺ δὲ οὐ τρέμεις, ὦ ψυχή μου, ρυπωθεῖσα
τὴν σάρκα καὶ τὸν νοῦν
κατασπιλώσασα.

Ὢ πῶς ἐζήλωσα
Λάμεχ τὸν πρῴην φονευτήν,
τὴν ψυχὴν ὥσπερ ἄνδρα,
τὸν νοῦν ὡς νεανίσκον,
ὡς ἀδελφὸν δέ μου τὸ σῶμα ἀποκτείνας,
ὡς Κάϊν ὁ φονεύς,
ταῖς φιληδόνοις ὁρμαῖς!

Πύργον ἐσοφίσω
οἰκοδομῆσαι, ὦ ψυχή,
καὶ ὀχύρωμα πῆξαι
ταῖς σαῖς ἐπιθυμίαις,
εἰμὴ συνέχεεν ὁ Κτίστης τὰς βουλάς σου,
καὶ κατέαξεν εἰς γῆν
τὰ μηχανήματά σου.

Τέτρωμαι, πέπληγμαι·
ἰδοὺ τὰ βέλη τοῦ ἐχθροῦ
τὰ καταστίξαντά μου
τὴν ψυχὴν καὶ τὸ σῶμα·
ἰδοὺ τὰ τραύματα, τὰ ἕλκη, αἱ πηρώσεις
βοῶσοι τὰς πληγὰς
τῶν αὐθαιρέτων μου παθῶν.

Ἔβρεξε Κύριος
παρὰ Κυρίου πῦρ ποτε,
ἀνομίαν ὀργῶσαν
πυρπολήσας Σοδόμων·
σὺ δὲ τὸ πῦρ ἐξέκαυσας τὸ τῆς γεέννης,
ἐν ᾧ μέλλεις, ψυχή,
συγκατακαίεσθαι πικρῶς.

Γνῶτε καὶ ἴδετε,
ὅτι ἐγώ εἰμι Θεός,
ὁ ἐρευνῶν καρδίας
καὶ κολάζων ἐννοίας,
ἐλέγχων πράξεις καὶ φλογίζων ἁμαρτίας,
καὶ κρίνων ὀρφανὸν
καὶ ταπεινὸν καὶ πτωχόν.

Δόξα.

Ἄναρχε, ἄκτιστε
Τριάς, ἀμέριστε Μονάς,
μετανοοῦντά με δέξαι,
ἡμαρτηκότα σῶσον·
σόν εἰμι πλάσμα· μὴ παρίδῃς,
ἀλλὰ φεῖσαι καὶ ρῦσαι
τοῦ πυρὸς τῆς καταδίκης με.

Καὶ νῦν. Θεοτοκίον.

Ἄχραντε Δέσποινα,
Θεογεννῆτορ, ἡ ἐλπὶς
τῶν εἰς σὲ προστρεχόντων
καὶ λιμὴν τῶν ἐν ζάλῃ,
τὸν ἐλεήμονα καὶ Κτίστην καὶ Υἱόν σου
ἱλέωσαι κἀμοὶ
ταῖς ἱκεσίαις ταῖς σαῖς.

Πηγή:users.uoa.gr